Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.208 Joseph. AJ 18.214 (English) >>Joseph. AJ 18.218

18.212οἰώνισμα δʼ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων· δʼ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν. 18.213 μὲν δὴ ταῦτʼ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δʼ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο δεσπότης, “καλεῖ σε, φησίν, πατήρ”, καὶ εἰσήγαγεν αὐτόν. 18.214Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατʼ αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφʼ οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος, 18.215Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆς τε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπʼ ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳ τε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.208 Joseph. AJ 18.214 (English) >>Joseph. AJ 18.218

Powered by PhiloLogic